Τα κουΐζ του Ακαθίστου Ύμνου

Το ΚΟΥΪΖ του Ακαθίστου Ύμνου από τη φιλόλογο Εύη Κοσμίδου

Λέξεις και φράσεις του Ακαθίστου Ύμνου από το Κέντρο Λεξικολογίας

[ΑΠΟΣΠΑΣΜΑΤΑ]

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον· [...]

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα. Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· [...]

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.

Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.