Ο Ιωάννης Χρυσόστομος για τον πλούτο και τη φιλανθρωπία
Ο Ιωάννης Χρυσόστομος οδηγείται στην εξορία ( Μηνολόγιο Βασιλείου Β΄ ) Οὐκ ἔστιν ἁμάρτημα , ὃ μὴ δύναται καθαρίσαι ἐλεημοσύνη , ὃ μὴ δύναται σβέσαι · πᾶσα ἁμαρτία κατωτέρα ταύτης ἕστηκε · φάρμακόν ἐστι πρὸς πᾶν τραῦμα ἐπιτήδειον . Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπόθεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος . Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι' ὧν ἐσπούδασε γλωσσόκομον ἔχειν , καὶ τὰ βαλλόμενα βαστάζειν . Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν · καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πράγματος τούτου ὁ λόγος . Λύτρον ψυχῆς ἀνδρὸς , φησὶν, ὁ ἴδιος πλοῦτος · καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶναι , πώλησόν σου τὰ ὑπάρχοντα , καὶ δὸς πτωχοῖς , καὶ δεῦρο , ἀκολούθει μοι . Τοῦτο τελειότης εἰκότως. Ἐλεημοσύνη δὲ οὐκ ἐν χρήμασι γίνεται μόνον , ἀλλὰ καὶ ἐν πράγμασιν . Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρημάτων μειζόνως ἔσωσεν ἡ διὰ πραγμάτων προστασία. Οὐκοῦν φέρε πάντα κινήσωμεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεημοσύνης εἴδη...