Post

Visualizzazione dei post con l'etichetta Έξοδος

Ἐγώ εἰμι ὁ ὤν

Immagine
Έργο του Γιώργου Κόρδη Ἔξοδος , 3 : 1 - 14 [ 07:28-10:40 ] 1 Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα ᾿ Ιοθόρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ . 2 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. 3 εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. 4 ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστι; 5 ὁ δὲ εἶπε· μή ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. 6 καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου , Θεὸς ῾Αβραὰμ καὶ Θεὸς ᾿Ισαὰκ καὶ Θεὸς ᾿Ιακώβ . ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. 7 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, 8 καὶ κατέβην ἐξελέ...