Θεοδικία κατὰ τὸν Ἰωάννη Χρυσόστομο
Τῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ και θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι,
Ἰωάννης ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.
![]() |
| Sources chrétiennes, 13, 105-115. |
Ἐπιστολὴ Α΄ | Epistula ad Olympiadem 7
[Patrologiae cursus completus, series graeca, 52, 549-555]
Οἴαν γὰρ ἂν ζητήσω τῶν παρόντων κακῶν εἰκόνα, ἡττώμενος ὁ λόγος ἀναχωρεῖ. Ἀλλ' ὅμως καὶ ταῦτα ἰδὼν οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων, μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτο, μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν, ἀλλ᾽ ὅταν αὐξηθῇ, καὶ πρὸς τὸ τέλος ἔλθῃ, καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖ καὶ παραδοξοποιεῖ, τὴν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν, καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. […]
Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ᾽ ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν […].
Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο, καὶ φόνοι ἄδικοι, καὶ σφαγαὶ, καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο, καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο, καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος, διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρρης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν, καὶ ὁ μακρόθυμος Θεὸς ἡνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος, καὶ ἡνείχετο κωλύσαι δυνάμενος, ἀποῤῥήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. […]
Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν, δι' ἀνέσεων, καὶ οἱ πρώην σκανδαλισθέντες, μετὰ ταῦτα διωρθοῦντο, καὶ οἱ πλανηθέντες ἐπανήγοντο, καὶ τὰ κατεσκαμμένα ᾠκοδομεῖτο μειζόνως. […]
Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστὰ, πολλὰ ὄψει γεγενημένα, καὶ εἰ μὴ σημεῖα καὶ θαύματα, ἀλλ᾽ ἑοικότα σημείοις πράγματα, καὶ δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ’ ἵνα μὴ πάντα μετ’ εὐκολίας παρ’ ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας ἀναλέξαι πάντα, καὶ παραθεῖναι τοῖς λυπηροῖς, καὶ καλὴν ἀσχολουμένην ἀσχολίαν, οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν. […]
