Ἐλεήμων καρδία | Compassion
Τί ἐστι καρδία ἐλεήμων; Καρδία ἐλεήμων ἐστὶ καῦσις ὑπὲρ πάσης τῆς κτίσεως , ὑπὲρ ἀνθρώπων καὶ τῶν ὀρνέων καὶ τῶν ζώων καὶ τῶν δαιμόνων καὶ ὑπὲρ παντὸς κτίσματος. Καὶ ἐκ τῆς μνήμης αὐτῶν καὶ τῆς θεωρίας ῥέουσιν οἱ ὀφθαλμοὶ αὐτοῦ δάκρυα. Καὶ ἐκ τῆς πολλῆς καὶ σφοδρᾶς ἐλεημοσύνης καὶ συνεχούσης τὴν καρδίαν καὶ ἐκ τῆς πολλῆς καρτερίας σμικρύνεται ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται βαστάσαι ἢ ἀκοῦσαι ἢ ἰδεῖν βλάβην τινὰ ἢ λύπην μικρὰν ἐν τῇ κτίσει γινομένην . Διὰ τούτο ὑπὲρ τῶν ἀλόγων καὶ ὑπὲρ τῶν ἐχθρῶν τῆς ἀληθείας καὶ ὑπὲρ τῶν βλαπτόντων αὐτῶν ἐν πάσῃ ὥρᾳ εὐχὴν μετὰ δακρύων προσφέρει τοῦ φυλαχθῆναι αὐτοὺς καὶ ἱλασθῆναι αὐτούς. Ὁμοίως καὶ ὑπὲρ φύσεως τῶν ἑρπετῶν ἐκ τῆς πολλῆς ἐλεημοσύνης τῆς κινουμένης ἐν τῇ καρδίᾳ αὐτοῦ ἀμέτρως κατὰ τὴν ὁμοιότητα τοῦ Θεοῦ. 👉 Ὅσιος Ἰσαὰκ ὁ Σύρος , Τὰ εὐρεθέντα ἀσκητικά , Ὁμιλία 81 , Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος παντὸς δρόμου . 👉 Βιβλιογραφία στα αγγλικά Αυγοτέμπερα σε χαρτί του Γιώργου Κόρδη (2005) Τι είναι μια...