Από τη σελίδα «Οι Άγιοι γίνονται... παιδιά» [10']
Μὴ τὰ σὰ ἀπήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν, κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναί σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τίς βλέπων νεκρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται; καὶ τίς εὑρὼν ἃ ἀπώλεσεν, οὐκ ἀγάλλεται; ∆εῦρο καὶ σὺ, υἱέ μου, συνευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμψαλλε τῷ ∆αυῒδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει.