π. Ν. Λουδοβίκος: φυσικό και γνωμικό θέλημα στον Μάξιμο τον Ομολογητή
Η προπτωτική ύπαρξη του γνωμικού θελήματος και οι «εναντιογνωμίτες» - μέρος Α΄ [40΄]
Η προπτωτική ύπαρξη του γνωμικού θελήματος και οι «εναντιογνωμίτες» - μέρος Β΄ [32΄]
👉 Βλ. κ. το δημοσίευμα: «Το θέλημα και η ακόρεστη επιθυμία στον Άγιο Μάξιμο - π. Νικόλαος Λουδοβίκος» (2023).
* * *
Θέλημά φασιν εἶναι φυσικόν, ἤγουν θέλησιν, δύναμιν τοῦ κατά φύσιν ὄντος ὀρεκτικήν· καί τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτικήν πάντων ἰδιωμάτων. Τούτῳ γάρ συνεχομένη φυσικῶς ἡ οὐσία, τοῦ τε εἶναι καί ζῇν καί κινεῖσθαι κατ᾿ αἴσθησίν τε καί νοῦν ὀρέγεται, τῆς οἰκείας ἐφιεμένη φυσικῆς καί πλήρους ὀντότητος. Θελητική γάρ ἑαυτῆς, καί τῶν ὅσα σύστασιν αὐτῆς ποιεῖσθαι πέφυκε, καθέστηκεν ἡ φύσις· τῷ τοῦ εἶναι αὐτῆς λόγῳ, καθ᾿ ὅν ἔστι τε καί γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. Διόπερ ἕτεροι τοῦτο τό φυσικόν ὁριζόμενοι· θέλημά φασιν εἶναι, ὄρεξιν λογικήν τε καί ζωτικήν· τήν δέ προαίρεσιν, ὄρεξιν βουλευτικήν τῶν ἐφ᾿ ἡμῖν. Οὐκ ἔστιν οὖν προαίρεσις ἡ θέλησις· εἴπερ ἡ μέν θέλησις ἁπλῆ τις ὄρεξίς ἐστι, λογική τε καί ζωτική· ἡ δέ προαίρεσις, ὀρέξεως καί βουλῆς καί κρίσεως σύνοδος. Ὀρεγόμενοι γάρ πρότερον βουλευόμεθα· καί βουλευσάμενοι, κρίνομεν· καί κρίναντες, προαιρούμεθα τοῦ χείρονος τό δειχθέν ἐκ τῆς κρίσεως κρεῖττον· καί ἡ μέν, μόνον ἤρτηται τῶν φυσικῶν· ἡ δέ, μόνων τῶν ἐφ᾿ ἡμῖν, καί δι᾿ ἡμῶν γίνεσθαι δυναμένων. Οὐκ ἔστιν οὖν θέλησις ἡ προαίρεσις.
👉 Μάξιμος ὁ Ὁμολογητής, Πρὸς Μαρίνον τὸν ὁσιώτατον πρεσβύτερον, «Περί φυσικοῦ θελήματος, ἤγουν θελήσεως», PG 91.
Οὐ ταὐτὸν δὲ τὸ πεφυκέναι θέλειν καὶ τὸ θέλειν, ὥσπερ οὐδὲ τὸ πεφυκέναι λαλεῖν καὶ τὸ λαλεῖν. Ὥστε φύσεως μὲν τὸ πεφυκέναι λαλεῖν, ὑποστάσεως δὲ τὸ πῶς λαλεῖν· ὥσπερ καὶ τὸ πεφυκέναι θέλειν καὶ τὸ πῶς θέλειν.
👉 Μάξιμος ὁ Ὁμολογητής, Opuscula theologica et polemica, PG 91, 45D–48Α.
Οὐ ταὐτόν τό θέλειν καί τό πῶς θέλειν· ὥσπερ οὐδέ τό ὁρᾷν καί τό πῶς ὁρᾷν. Τό μέν γάρ θέλειν, ὥσπερ καί τό ὁρᾷν, φύσεως· καί πᾶσι τοῖς ὁμοφυέσι καί ὁμογενέσι προσόν· τό δέ πῶς θέλειν, ὥσπερ καί τό πῶς ὁρᾷν, τουτέστι θέλειν πεεριπατῇσαι, καί μή θέλειν περιπατῇσαι, καί δεξιά ὁρᾷν, ἤ ἀριστερά, ἤ ἄνω , ἤ κάτω, ἤ πρός ἐπιθυμίαν, ἤ κατανόησιν τῶν ἐν τοῖς οὖσι λόγων, τρόπος ἐστί τῆς τοῦ θέλειν καί ὁρᾷν χρήσεως, μόνῳ τῷ κεχριμένῳ προσόν, καί τῶν ἄλλων αὐτόν χωρίζον, κατά τήν κοινῶς λεγομένην διαφοράν. Εἰ δέ τοῦτο μαρτυροῦσαν τήν φύσιν ἔχομεν, ἄρα τό θέλειν φαγεῖν, ἤ μή θέλειν φαγεῖν· ἤ τό θέλειν περιπατῆσαι, ἤ μή θέλειν· οὐ τοῦ πεφυκέναι θέλειν ἐστίν ἀναίρεσις, ἀλλά τοῦ πῶς θέλειν, τουτέστι, τῶν θελητῶν ἐστι γένεσις καί ἀπογένεσις. Οὔτε γάρ, εἰ ὑποθώμεθα τά ἐκ τοῦ Θεοῦ γενόμενα, θελητά αὐτοῦ ὄντα, ἀπογενέσθαι, τούτοις καί τό προεπινοούμενον αὐτῶν, οὐσιῶδες αὐτοῦ καί ποιητικόν θέλημα συναπογενήσεται.
👉 Μάξιμος ὁ Ὁμολογητής, Περὶ διαφόρων ἀποριῶν, PG 90, 293.
Χρὴ δὲ γινώσκειν, ὡς ἕτερον μέν ἐστιν ἡ θέλησις, ἕτερον δὲ βούλησις, ἕτερον δὲ τὸ θελητὸν καὶ ἕτερον τὸ θελητικὸν καὶ ἕτερον ὁ θέλων. Θέλησις μὲν γάρ ἐστιν αὐτὴ ἡ ἁπλῆ δύναμις τοῦ θέλειν, βούλησις δὲ ἡ περί τι θέλησις, θελητὸν δὲ τὸ ὑποκείμενον τῇ θελήσει πρᾶγμα, ἤγουν ὅπερ θέλομεν· οἷον κινεῖται ἡ ὄρεξις πρὸς βρῶσιν· ἡ μὲν ἁπλῶς ὄρεξις ἡ λογικὴ θέλησίς ἐστιν, ἡ δὲ πρὸς βρῶσιν ὄρεξις βούλησίς ἐστιν, αὐτὴ δὲ ἡ βρῶσις θελητόν ἐστι, θελητικὸν δὲ τὸ ἔχον τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος. Θέλων δὲ αὐτὸς ὁ κεχρημένος τῇ θελήσει. Δεῖ εἰδέναι, ὡς τὸ θέλημα, ποτὲ μὲν τὴν θέλησιν δηλοῖ, ἤτοι τὴν θελητικὴν δύναμιν καὶ λέγεται θέλημα φυσικόν, ποτὲ δὲ τὸ θελητὸν καὶ λέγεται θέλημα γνωμικόν. [...]
Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν· τὸ μὲν γὰρ θέλειν φύσεως, ὥσπερ καὶ τὸ ὁρᾶν –πᾶσι γὰρ ἀνθρώποις πρόσεστι–, τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης, ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς –οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ᾿ ὁμοίως ὁρῶσι. Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν· τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, ἤ πῶς ἐνεργεῖν, τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον. Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις, ἤτοι ἡ θελητικὴ δύναμις, λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν· τὸ δὲ πῶς θέλειν, ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον, θελητὸν καὶ θέλημα γνωμικόν· θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη· θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, ἤτοι ἡ ὑπόστασις, οἷον ὁ Πέτρος. [...]
👉 Ἰωάννης ὁ Δαμασκηνος, Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως.